jueves, 21 de enero de 2016



Ὁ Ποῦτιν περὶ τῆς Τουρκίας διαλέγεται
Putin habla sobre Turquía


Καθ' ἑκάστην Πέμπτην
Cada jueves

ὁ πρόεδρος Ποῦτιν
el presidente Putin

τοῖς δημοσιογράφοις σύνοδον παρέχει ἐν ᾗ περὶ τῆς καταστάσεως λέγει
ofrece una comparecencia a los periodistas en la que habla sobre la situación

καὶ πρὸς τὰ ἐρωτήματα ἀποκρίνεται,
y responde a las preguntas

τήμερον δὲ 1,392 δημοσιογράφοι παρῆσαν,
hoy estaban presentes 1.392 periodistas

τοσοῦτοι ὅσοι οὐδέποτε τὸ πρότερον.
más que en ninguna ocasión anterior

πρῶτον μὲν κατὰ τὸ εἰκὸς
en primer lugar, en contra de lo habitual

περὶ τῆς οἰκονομικῆς καταστάσεως λέγων
hablando sobre la situación económica

διεβεβαιώσατο ὅτι ἡ Ῥωσσικὴ οἰκονομία ἤδη τὴν κρίσιν νικήσειε·
aseguró que la economía rusa ya ha superado la crisis

ἡ μὲν σύνοδος ἐν ἡσυχίᾳ ἦν
la comparecencia transcurría con tranquilidad

μέχρι οἱ δημοσιογράφοι περὶ τοῦ τῆς Τουρκίας προβλήματος ἤροντο
hasta que los periodistas preguntaron por el problema con Turquía

(ἡ γὰρ Τουρκία Ῥωσσικὸν ἀεροσκάφος ἐγγὺς τοῦ τῆς Συρίας ὅρου κατέβαλεν),
(pues Turquía ha derribado un avión ruso cerca de la frontera de Siria)

ὁ δὲ Ποῦτιν
Putin

τὸν τῆς φωνῆς τόνον ἐξαίφνης μεταβαλὼν
cambiando repentinamente el tono de voz

ἀπεκρίνατο μὲν ὅτι οὐκ ἐξείη τοῖς Τούρκοις διαλέγεσθαι,
respondió que es imposible hablar con los turcos

εἶπε δὲ ἐρεθιστικὸς
dijo excitado

“ἡ μὲν Τουρκικὴ ἀρχὴ ᾤετο ἡμᾶς ἐκ τῆς Συρίας ἀποφεύξεσθαι,
"el gobierno turco pensaba que abandonaríamos Siria,

τοῦτο δὲ οὐχ οὕτως ἐγένετο,
eso no ha sucedido

ἡ γὰρ Ῥωσσία οὐ τοιαύτη χώρα ἐστίν·
pues Rusia no es un país de ese tipo

τὸ τῶν ἀεροσκαφῶν πλῆθος ηὐξήκαμεν ἐν τῇ Συρίᾳ·
hemos aumentado el número de aviones en Siria

εἰ τὸ πρότερον
si anteriormente

τὰ Τουρκικὰ ἀεροσκάφη
los aviones turcos

ἐπὶ τῆς Συρίας κατὰ τοὺς διεθνεῖς νόμους ἐπέτετο,
volaban a Siria violando las leyes internacionales

πειρησάντων τοῦτο νῦν ποιεῖν.“
que intenten hacerlo ahora."

οὐδένα ἔλαθε ταύτην τὴν χώραν ἀπειλῶν.
a nadie se le escapó que estaba amenazando a ese país.